Ἦχος δ´.
Στῶμεν εὐλαβῶς ἐν οἴκῳ Θεοῦ ἡμῶν καὶ ἐκβοήσωμεν· Χαῖρε κόσμου Δέσποινα· χαῖρε Μαρία, Κυρία πάντων ἡμῶν· χαῖρε ἡ μόνη ἄμωμος ἐν γυναιξὶ καὶ καλή· χαῖρε, σκεῦος, μύρον τὸ ἀκένωτον ἐπὶ σὲ κενωθὲν εἰσδεξάμενον.
Δόξα…
Ἡ περιστερά, ἡ τὸν ἐλεήμονα ἀποκυήσασα, χαῖρε, ἀειπάρθενε, ὁσίων πάντων, χαῖρε τὸ καύχημα, τῶν Ἀθλητῶν στεφάνωμα, χαῖρε, ἁπάντων τε τῶν δικαίων θεῖον ἐγκαλλώπισμα, καὶ ἡμῶν τῶν πιστῶν τὸ διάσωσμα.
Καὶ νῦν…
Φεῖσαι ὁ Θεός τῆς κληρονομίας σου, τὰς ἁμαρτίας ἡμῶν, πάσας παραβλέπων νῦν, εἰς τοῦτο ἔχων, ἐκδυσωποῦσάν σε, τὴν ἐπὶ γῆς ἀσπόρως σε κυοφορήσασαν, διὰ μέγα ἔλεος θελήσαντα, μορφωθῆναι, Χριστέ, τὸ ἀλλότριον.
Ψάλλουν οἱ Ἄρχoντες Δομέστικοι τῆς Μ.τ.Χ.Ἐ., Φανάριον – Μάρτιος 1991