Σεβασμιώτατον
Μητροπολίτην Καρυστίας καὶ Σκύρου
κύριον Σεραφείμ,
Τοποτηρητὴν τοῦ Ἀρχιεπισκοπικοῦ Θρόνου Ἀθηνῶν,
Εἰς Ἀθήνας.
Βαθύτατα συγκεκινημένοι καὶ ἐν μεγάλῃ θλίψει καὶ συνοχῇ καρδίας ἐπὶ τῷ θλιβερῷ ἀγγέλματι τῆς κοιμήσεως ἐν Κυρίῳ τοῦ ἀειμνήστου Ἀρχιεπισκόπου Ἀθηνῶν καὶ πάσης Ἑλλάδος κυροῦ Χριστοδούλου, ἐκκλησιαστικοῦ ἀνδρὸς μεγάλου βεληνεκοῦς, πολλὰ προσενεγκόντος τῇ Ἁγιωτάτῃ Ἐκκλησίᾳ τῆς Ἑλλάδος, τῷ εὐλογημένῳ Ἑλληνικῷ Λαῷ καὶ συνόλῃ τῇ Ὀρθοδοξίᾳ, ἐκφράζομεν τῇ ὑμετέρᾳ ἀγαπητῇ Σεβασμιότητι, τῇ σεπτῇ Ἱεραρχίᾳ καὶ ἁπάςῃ τῇ πεφιλημένῃ θυγατρὶ καὶ ἀδελφῇ Ἐκκλησίᾳ τῆς Ἑλλάδος τὴν βαθεῖαν συμπάθειαν καὶ τὰ συλλυπητήρια τῆς ἡμετέρας Μετριότητος καὶ τῆς περὶ ἡμᾶς Ἁγίας καὶ Ἱερᾶς Συνόδου, ὡς καὶ τῆς Μητρὸς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας. Κύριος ἀναπαύσαι τὴν ψυχὴν αὐτοῦ ἐν χώρᾳ ζώντων καὶ ἀνταποδώσαι τοὺς πολλοὺς ὑπὲρ τῆς Ἐκκλησίας κόπους αὐτοῦ κατὰ τὴν θείαν βουλὴν καὶ κρίσιν Αὐτοῦ, ἀναδείξαι δὲ ἄξιον διάδοχον αὐτοῦ καὶ συνεχιστὴν τοῦ σωτηριώδους ἔργου τῆς Ἐκκλησίας.
Ἀδελφικῶς ἐν Κυρίῳ,
+ ὁ Κωνσταντινουπόλεως Βαρθολομαῖος
———————-
Φανάριον, 28 Ἰανουαρίου 2008