Δοξαστικόν των αίνων, εις ήχον πλ. β΄.
Ὅτε καιρός, τῆς ἐπὶ γῆς παρουσίας σου, πρώτη ἀπογραφὴ τῇ οἰκουμένῃ ἐγένετο, τότε ἔμελλες τῶν ἀνθρώπων ἀπογράφεσθαι τὰ ὀνόματα, τῶν πιστευόντων τῷ τόκῳ σου· διὰ τοῦτο τὸ τοιοῦτον δόγμα, ὑπὸ Καίσαρος ἐξεφωνήθη· τῆς γὰρ αἰωνίου σου βασιλείας, τὸ ἄναρχον ἐκαινουργήθη. Διό σοι προσφέρομεν καὶ ἡμεῖς, ὑπὲρ τὴν χρηματικὴν φορολογίαν, ὀρθοδόξου πλουτισμὸν θεολογίας, τῷ Θεῷ καὶ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.
Υπό Κωνσταντίνου Πρίγγου Άρχοντος Πρωτοψάλτου της Μ.τ.Χ.Ε.
Ψάλλει ὁ α´ χορὸς τῆς Ἱερᾶς Θεολογικῆς Σχολῆς τῆς Χάλκης, 1961