Ἐν φωναῖς ἀλαλάξωμεν, ἐν ᾠδαῖς μεγαλύνωμεν, τὸν Σταυρὸν τὸν τίμιον, ἀσπαζόμενοι, καὶ πρὸς αὐτὸν ἐκβοήσωμεν· Σταυρὲ πανσεβάσμιε, καθαγίασον ἡμῶν, τὰς ψυχάς καὶ τὰ σώματα, τῇ δυνάμει σου, καὶ παντοίας ἐκ βλάβης ἐναντίων, διατήρησον ἀτρώτους, τοὺς εὐσεβῶς προσκυνοῦντάς σε.
Προσελθόντες ἀρύσατε, μὴ κενούμενα νάματα, τοῦ Σταυροῦ τῇ χάριτι προερχόμενα, ἰδοὺ προκείμενον βλέποντες, τὸ Ξύλον τὸ ἅγιον, χαρισμάτων τὴν πηγήν, ἀρδομένην τῷ Αἵματι, καὶ τῷ ὕδατι, τοῦ Δεσπότου τῶν ὅλων, τοῦ ἐν τούτῳ, ἑκουσίως ὑψωθέντος, καὶ τοὺς βροτοὺς ἀνυψώσαντος.
Ψάλλουν ὁ ἀείμνηστος Ἄρχων Πρωτ. τῆς Μ.τ.Χ.Ἐ. Βασ. Νικολαΐδης μετὰ τοῦ Ἄρχ. Λαμπαδαρίου κ. Βασ. Ἐμμανουηλίδου.