Συγκαταβαίνων ὁ Σωτήρ, τῷ γένει τῶν ἀνθρώπων, κατεδέξατο σπαργάνων περιβολήν, οὐκ ἐβδελύξατο σαρκὸς τὴν περιτομήν, ὁ ὀκταήμερος κατὰ τὴν Μητέρα, ὁ ἄναρχος κατὰ τὸν Πατέρα. Αὐτῷ πιστοὶ βοήσωμεν· Σὺ εἶ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. (Δίς)
Οὐκ ἐπῃσχύνθη ὁ πανάγαθος Θεός, τῆς σαρκὸς τὴν περιτομὴν ἀποτμηθῆναι, ἀλλ’ ἔδωκεν ἑαυτόν, τύπον καὶ ὑπογραμμόν, πᾶσι πρὸς σωτηρίαν· ὁ γὰρ τοῦ Νόμου Ποιητής, τὰ τοῦ Νόμου ἐκπληροῖ, καὶ τῶν προφητῶν τὰ κηρυχθέντα περὶ αὐτοῦ. Ὁ πάντα περιέχων δρακί, καὶ ἐν σπαργάνοις εἱληθείς, Κύριε δόξα σοι.
Yπό Κωνσταντίνου Πρίγγου Πρίγγου Άρχοντος Πρωτοψάλτου της Μ.τ.Χ.Ε.
Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.
Πάνσεπτος Πατριαρχικός Ναός Ἁγίου Γεωργίου, Φανάριον 31.12.1959