Τὴν ὑψηλόφρονα γνώμην, τῶν κακίστων Φαρισαίων, ὁ πάντων Κύριος, παραβολικῶς ἐκφεύγειν ταύτην ἐδίδαξε, καὶ μὴ ὑψηλοφρονεῖν, παρ᾽ ὃ δεῖ φρονεῖν, πάντας ἐπαίδευσεν, ὑπογραμμὸς καὶ τύπος, ὁ αὐτὸς γενόμενος, μέχρι Σταυροῦ καὶ θανάτου, ἑαυτὸν ἐκένωσεν. Εὐχαριστοῦντες οὖν σὺν τῷ Τελώνῃ εἴπωμεν· ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ ἀπαθὴς διαμείνας Θεός, τῶν παθῶν ἡμᾶς ῥῦσαι, καὶ σῷσον τὰς ψυχὰς ἡμῶν.
Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.
Ψάλλει ὁ Ἄρχων Πρωτοψάλτης τῆς Μ.τ.Χ.Ἐ. Θρασύβουλος Στανίτσας.