Ἀπολυτίκιον Ἁγίου Γρηγορίου τοῦ Θεολόγου
«Τὸν τάφον σου Σωτήρ… » ἦχος α΄
ο μύστης τοῦ Θεοῦ καὶ δογμάτων ὁ κῆρυξ
Γρηγόριος ὁ νοῦς, θεολογίας τὸ κλέος,
Ἰδοὺ παραγίγνεται, ὡς παρήγορον Σκήνωμα,
συμπολίτης γάρ, ἀπὸ αἰώνων ὑπάρχων
καὶ φθεγγόμενος, πρὸ τοῦ ἰδίου Συνθρόνου,
ὡς θεῖον θησαύρισμα.
Ἀπολυτίκιον Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου.
«Τῇ Ὑπερμάχῳ Στρατηγῷ… » ἦχος πλ. δ΄
επανευφραίνεται λαμπρῶς ἡ Ἐκκλησία,
ἐπὶ τῇ ἥξει τοῦ σεπτοῦ Σου Λειψάνου,
εἰς τὴν Πόλιν ἣν ἀξίως ἐποίμανας
καὶ δοξάζει, τὸν οὐράνιον Δοτῆρα,
Ἰωάννη Πάτερ Χρυσόστομε,
ἀνακράζουσα, ἰδοὺ ὁ θρόνος Σου, Ἅγιε.