Ὁ ἅγιος Ταράσιος ἐδογμάτισε τὴν προσκύνησιν τῶν σεπτῶν καὶ ἁγίων εἰκόνων. Δι᾽ αὐτοῦ ἡ βασιλικὴ ἀρχὴ καὶ Ῥωμαϊκὴ εξουσία ἐπανῆλθε πρὸς τὰς σεπτὰς παραδόσεις τῶν ἁγίων καὶ Οἰκουμενικῶν Συνόδων, καὶ ἡ Μεγάλη Ἐκκλησία ἐπανηνώθη μὲ τὰ ἄλλα Πατριαρχεῖα.Ἔζησε δὲ ευσεβῶς, φανεὶς τίμιος ἔνατι τῶν βασιλέων, καὶ ῳ]κοδόμησε ἱερὸν μοναστήριον πέραν τοῦ στενοῦ, συστήνοντάς το μὲ πλήθη Μοναχῶν. Πτωχοὺς ἐλεῶν, καὶ καλῶς κυβέρνησας τὴν Εκκλησίαν ἐπὶ 22 ἔτη καὶ δύο μῆνας, ἐν ειρήνῃ ἐτελειώθη. Τὸ λείψανον αὐτοῦ κατετέθη εἰς τὸ ὑπ᾽ αὐτοῦ κτισθὲν ἱερὸν μοναστήριον. Ἡ μνήμη αὐτοῦ τελεῖται ἐν τῇ ἁγιωτάτη Μεγάλη Ἐκκλησία τῇ 25ῃ Φεβρουαρίου.
Ἄλκυστος ὅρμος Ταράσιον λαμβάνει,
Κόσμου ταραχῆς καὶ ζάλης σεσῳσμένον.
Εἰκάδι ἐκ ταράχοιο Ταράσιος ἔπτατο πέμπτῃ.