Δοξαστικὸν τῶν Αἴνων της Κυριακής των Προπατόρων εις ήχον βαρύν.
Δεῦτε ἅπαντες, πιστῶς πανηγυρίσωμεν, τῶν πρὸ νόμου Πατέρων, Ἀβραὰμ καὶ τῶν σὺν αὐτῷ, τὴν ἐτήσιον μνήμην· τοῦ Ἰούδα τὴν φυλήν, ἀξίως τιμήσωμεν· τοὺς ἐν Βαβυλῶνι Παῖδας, τοὺς σβέσαντας τὴν ἐν καμίνῳ φλόγα, ὡς τῆς Τριάδος τύπον, σὺν τῷ Δανιὴλ εὐφημήσωμεν· τῶν Προφητῶν τὰς προῤῥήσεις ἀσφαλῶς κατέχοντες, μετὰ τοῦ Ἡσαΐου μεγαλοφώνως βοήσωμεν· ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται Υἱὸν τὸν Ἐμμανουήλ· ὃ ἐστι μεθ’ ἡμῶν ὁ Θεός.
Κείμενο υπό Κωνσταντίνου Πρίγγου Άρχοντος Πρωτοψάλτου της Μ.τ.Χ.Ε.
Σύνθεσις ὑπὸ Θρ. Στανίτσα, Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ.
Ψάλλει ὁ Ἄρχων Δομέστικος τῆς Μ.τ.Χ.Ἐ. κ. Δημοσθένης Παϊκόπουλος
Ἱ. Ν. Αγίου Σπυρίδωνος, Αιγάλεω, 2002.