Σταυρὸν Χριστοῦ τὸν τίμιον, σήμερον προτεθέντα, ἰδόντες προσκυνήσωμεν, καὶ πιστῶς εὐφρανθῶμεν, κατασπαζόμενοι πόθῳ, τὸν ἐν τούτῳ θελήσει, σταυρωθέντα αἰτούμενοι, Κύριον ἀξιῶσαι, πάντας ἡμᾶς, τὸν Σταυρὸν τὸν τίμιον προσκυνῆσαι, καὶ φθάσαι τὴν Ἀνάστασιν, πάντας ἀκατακρίτως.
Τὸ ξύλον ἐν ᾧ Πάνσεμνε, τὰς ἀχράντους παλάμας, ὑπὲρ ἡμῶν ἐξέτεινε, προσπαγεὶς ὁ Υἱός σου, νῦν εὐσεβῶς προσκυνοῦμεν· δὸς ἡμῖν τὴν εἰρήνην, καὶ τὰ κοσμοσωτήρια, φθάσαι πάνσεπτα Πάθη, καὶ τὴν λαμπράν, καὶ κοσμοχαρμόσυνον προσκυνῆσαι, τοῦ Πάσχα κυριώνυμον καὶ φωσφόρον ἡμέραν.
Ψάλλουν ὁ ἀείμνηστος Ἄρχων Πρωτ. τῆς Μ.τ.Χ.Ἐ. Βασ. Νικολαΐδης μετὰ τοῦ Ἄρχ. Λαμπαδαρίου κ. Βασ. Ἐμμανουηλίδου.