Δεῦτε πιστοί, τὸ ζωοποιὸν Ξύλον προσκυνήσωμεν· ἐν ᾧ Χριστὸς ὁ Βασιλεὺς τῆς δόξης, ἑκουσίως χεῖρας ἐκτείνας. ὕψωσεν ἡμᾶς εἰς τὴν ἀρχαίαν μακαριότητα· οὓς πρὶν ὁ ἐχθρός, δι’ ἡδονῆς συλήσας, ἐξορίστους Θεοῦ πεποίηκε. Δεῦτε πιστοὶ Ξύλον προσκυνήσωμεν, δι’ οὗ ἠξιώθημεν, τῶν ἀοράτων ἐχθρῶν συντρίβειν τὰς κάρας. Δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, τὸν Σταυρὸν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν. Χαίροις Σταυρὲ τοῦ πεσόντος Ἀδὰμ ἡ τελεία λύτρωσις· ἐν σοὶ οἱ πιστότατοι Βασιλεῖς ἡμῶν καυχῶνται ὡς τῇ σῇ δυνάμει, Ἰσμαηλίτην λαόν, κραταιῶς ὑποτάσσοντες. Σὲ νῦν μετὰ φόβου, Χριστιανοὶ ἀσπαζόμεθα, καὶ τὸν ἐν σοὶ προσπαγέντα Θεόν, δοξάζομεν λέγοντες· Κύριε, ὁ ἐν αὐτῷ προσπαγείς, ἐλέησον ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Ψάλλει ὁ Ἄρχων Λαμπαδάριος τῆς Μ.τ.Χ.Ἐ. Βασ. Ἐμμανουηλίδης.