Δοξαστικόν εις το Και νυν… των αίνων, εις ήχον β΄.
Σήμερον ὁ Χριστός ἐν Βηθλεὲμ γεννᾶται ἐκ Παρθένου· σήμερον ὁ ἄναρχος ἄρχεται, καὶ ὁ Λόγος σαρκοῦται· αἱ δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται, καὶ ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται· οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν· οἱ Ποιμένες τὸ θαῦμα κηρύττουσιν· ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Υπό Κωνσταντίνου Πρίγγου Άρχοντος Πρωτοψάλτου της Μ.τ.Χ.Ε.
Ψάλλει ὁ β´ χορὸς τῆς Ἱερᾶς Θεολογικῆς Σχολῆς τῆς Χάλκης, 1961