Καὶ νῦν των Αίνων εις ήχον β’.
Σήμερον ὁ Χριστός, ἐν Ἰορδάνῃ ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται, κορυφῆς τοῦ Δεσπότου. Αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν· Δόξα τῷ φανέντι Θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι, καὶ φωτίσαντι τὸν κόσμον.
Κείμενον εις ήχον πλ. β΄, υπό Κωνσταντίνου Πρίγγου, Άρχοντος Πρωτοψάλτου της Μ.τ.Χ.Ε.
Ψάλλει ὁ Ἅρχων Λαμπαδάριος τῆς Μ.τ.Χ.Ἐ. κ. Βασίλειος Ἐμμανουηλίδης.
Πάνσεπτος Πατριαρχικὸς Ναὸς Ἁγίου Γεωργίου – Φανάριον