Δανιὴλ ὁ Προφήτης, ἀνὴρ ἐπιθυμιῶν γενόμενος, τὸ ἐξουσιαστικὸν Θεοῦ θεωρήσας, οὕτως ἐβόα, Κριτήριον ἐκάθισε, καὶ βίβλοι ἠνεώχθησαν. Βλέπε, ψυχή μου, νηστεύεις; τὸν πλησίον σου μὴ ἀθέτει. βρωμάτων ἀπέχη; τὸν ἀδελφόν σου μὴ κατακρίνῃς, μὴ τῷ πυρὶ παραπεμπομένη, κατακαῇς ὡσεὶ κηρός, ἀλλ’ ἀνεμποδίστως εἰσάξη σε Χριστός, εἰς τὴν βασιλείαν αὐτοῦ.
Μουσικὸν κείμενον ὑπὸ τοῦ Ἄρχοντος Πρωτοψάλτου τῆς Μ.τ.Χ.Ἐ. Θρασυβούλου Στανίτσα.