Τὴν χεῖρά σου τὴν ἁψαμένην, τὴν ἀκήρατον κορυφὴν τοῦ Δεσπότου,
Μεθ’ ἧς καὶ δακτύλῳ αὐτόν, ἡμῖν καθυπέδειξας,
Ἔπαρον ὑπὲρ ἡμῶν, Βαπτιστά, ὡς παῤῥησίαν ἔχων πολλήν,
Καὶ γὰρ μείζων τῶν Προφητῶν ἁπάντων, ὑπ’ αὐτοῦ μεμαρτύρησαι·
Τοὺς ὀφθαλμούς σου πάλιν δέ, τοὺς τὸ Πανάγιον Πνεῦμα κατιδόντας, ὡς ἐν εἴδει περιστερᾶς κατελθόν,
Ἀναπέτασον πρὸς αὐτὸν Βαπτιστά, ἵλεων ἡμῖν ἀπεργασάμενος·
Καὶ δεῦρο στῆθι μεθ’ ἡμῶν, (ἐκ τρίτου)
Ἐπισφραγίζων τὸν ὕμνον, καὶ προεξάρχων τῆς πανηγύρεως.
Ψάλλουν ἀμφότεροι οἱ Πατριαρχικοὶ χοροὶ μὲ Ἄρχοντα Πρωτ. τῆς Μ.τ.Χ.Ἐ. τὸν ἀείμνηστον Βασίλειον Νικολαΐδην καὶ Ἄρχοντα Λαμπαδάριον τὸν κ. Βασίλειον Ἐμμανουηλίδην.
Πάνσεπτος Πατριαρχικὸς Ναὸς Ἁγίου Γεωργίου – Φανάριον