Μακαριώτατε καὶ Ἁγιώτατε Πατριάρχα τῆς Μεγάλης Θεουπόλεως Ἀντιοχείας καὶ πάσης Ἀνατολῆς, ἐν Χριστῷ τῷ Θεῷ λίαν ἀγαπητὲ καὶ περιπόθητε ἀδελφὲ καὶ συλλειτουργέ τῆς ἡμῶν Μετριότητος κύριε Ἰγνάτιε, τὴν Ὑμετέραν γερασμίαν Μακαριότητα ἀδελφικῶς ἐν Κυρίῳ κατασπαζόμενοι, ὑπερήδιστα προσαγορεύομεν.
Βιοῦντες ἐκ τῆς ἀπ’ αἰώνων ἱστορικῆς ἡμῶν Καθέδρας τὴν ἡμετέραν Πρωθιεραρχικὴν διακονίαν ὡς διακονίαν ἀγάπης καὶ μερίμνης ὑπὲρ πασῶν τῶν Ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, ἀεὶ ἔχομεν ἔμπροσθεν τῶν ὀφθαλμῶν ἡμῶν τὸ λόγιον τοῦ οὐρανοβάμονος Ἀποστόλου Παύλου, τοῦ διελθόντος καὶ ἐκ τῆς καθ’ Ὑμᾶς Ἁγιωτάτης Ἐκκλησίας καὶ διδάξαντος Λόγον Κυρίου Σταυρωθέντος καὶ Ἀναστάντος, εἰπόντος πρὸς τοὺς Κορινθίους: “ὁ Θεὸς συνεκέρασε τὸ σῶμα, τῷ ὑστεροῦντι περισσοτέραν δοὺς τιμήν, ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη∙ καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη[…]. Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ καὶ μέλη ἐκ μέρους” (Α΄ Κορ. ιβ΄ 26).
Ἐν τῷ ἀποστολικῷ τούτῳ πνεύματι, παρακολουθοῦντες ἀπὸ τοῦ Ἱεροῦ ἡμῶν Κέντρου καὶ προσωπικῶς τὴν ἐπικρατοῦσαν ἐν τῇ χώρᾳ ἐν ᾗ ἑδρεύει τὸ καθ’ Ὑμᾶς παλαίφατον Πατριαρχεῖον κατάστασιν, φιλαδέλφως προσερχόμεθα νοερῶς πλησίον τῆς Ὑμετέρας γεραρᾶς Μακαριότητος, τῆς περὶ Αὐτὴν σεβασμίας Ἱεραρχίας, τοῦ ἱεροῦ κλήρου καὶ τοῦ εὐσεβοῦς ποιμνίου Αὐτῆς καὶ διαβεβαιούμεθα Ὑμᾶς ὅτι προσκαρτεροῦμεν τῇ προσευχῇ ὑψοῦντες χεῖρας ἱκέτιδας πρὸς τὸν Ἄρχοντα τῆς Εἰρήνης καὶ ἀναπέμποντες δεήσεις ὑπὲρ τῆς εἰρήνης τοῦ σύμπαντος κόσμου καὶ εὐσταθείας τῆς κατὰ Ἀντιόχειαν Ἁγιωτάτης Ἐκκλησίας, ἰδίᾳ δὲ ὑπὲρ τῆς διαφυλάξεως τοῦ θεοδωρήτου ἀγαθοῦ τῆς ζωῆς παντὸς ἀνθρώπου, διαπύρως εὐχόμενοι ὅπως Κύριος ὁ Θεὸς κολοβώσῃ τὰς ἡμέρας τῆς δοκιμασίας ἵνα πᾶσα σὰρξ σωθῇ καὶ αἰνέσῃ καὶ δοξολογήσῃ τὸ Πανάγιον Ὄνομα Αὐτοῦ.
Ἐπὶ δὲ τούτοις, ἐκ μέσης καρδίας εὐχόμεθα ὅπως ἡ ὑπερέχουσα πάντα νοῦν εἰρήνη, ὁ Χριστός, φωτίσῃ πάντας ἀνθρώπους καὶ κατευθύνῃ αὐτοὺς εἰς ἐργασίαν τῶν ἐντολῶν Του, παρέχων αὐτοῖς πᾶσαν δόσιν ἀγαθὴν καὶ πᾶν δώρημα τέλειον πρὸς ὑπέρβασιν τῶν δυσχερειῶν καὶ ἐπικράτησιν τῆς πρὸς τὸν πλησίον ἀγάπης, περιπτυσσόμεθα τὴν Ὑμετέραν Μακαριότητα καὶ αὖθις φιλήματι ἀδελφικῷ καὶ διατελοῦμεν μετά τῆς ἐν Κυρίῳ βαθείας ἀγάπης καί τιμῆς ἐξιδιασμένης.
͵βιβ’ Ἰουλίου κα΄
Τῆς Ὑμετέρας γερασμίας Μακαριότητος
ἀγαπητὸς ἐν Χριστῷ ἀδελφός