1η Σεπτεμβρίου 2008

Δευτέρα: Ἀρχή τῆς Ἰνδίκτου, ἤτοι τοῦ Νέου Ἐκκλησιαστικοῦ Ἔτους. Ἡ Σύναξις τῆς ἐν τῷ Πανσέπτῳ Πατριαρχικῷ Ναῷ κατατεθειμένης Εἰκόνος τῆς Ὑπεραγίας Θεοτόκου, τῆς ἐπιλεγομένης «τῆς Παμμακαρίστου». Τοῦ Ὁσίου Συμεών τοῦ Στυλίτου, τῶν Ἁγίων Τεσσαράκοντα Μαρτύρων παρθένων ἀσκητριῶν καί Ἀμμοῦν Διακόνου καί διδασκάλου αὐτῶν. Τῶν Ἁγίων Μαρτύρων Καλλίστης, Εὐόδου καί Ἑρμογένους τῶν αὐταδέλφων. Μελετίου Ὁσίου τοῦ ἐν τῷ ὄρει τῆς Μυϊουπόλεως ἀσκήσαντος. Ἰησοῦ τοῦ Ναυῆ.

Πατριαρχικὴ καὶ Ἀρχιερατικὴ Χοροστασία.
Ἡ ἡμέρα αὕτη τῆς ἀρχῆς τῆς Ἰνδίκτου ἀφιεροῦται εἰς τὴν προστασίαν τοῦ φυσικοῦ περιβάλλοντος. Ὁ ἑορτασμὸς ἐθεσπίσθη κατὰ τὴν Συνεδρίαν τῆς Ἁγίας καὶ Ἱερᾶς Συνόδου τῇ 6ῃ Ἰουνίου 1989.
Ἡ Ἀκολουθία, κατά τήν ἐν τῷ Μηναίῳ τάξιν.
Καταβασίαι: «Σταυρόν χαράξας...».
Κοντάκιον: Τῆς Ἰνδίκτου.
Ἦχος δ´.
Ὁ τῶν αἰώνων Ποιητής καί Δεσπότης, Θεέ τῶν ὅλων ὑπερούσιε ὄντως, τήν ἐνιαύσιον εὐλόγησον περίοδον, σῴζων τῷ ἐλέει σου, τῷ ἀπείρῳ οἰκτίρμων, πάντας τούς λατρεύοντας, σοί τῷ μόνῳ Δεσπότῃ, καί ἐκβοῶντας φόβῳ· Λυτρωτά, εὔφορον πᾶσι τό ἔτος χορήγησον.
Τρισάγιον.
Ἀπόστολος: Τῆς Ἰνδίκτου· «Τέκνον Τιμόθεε, παρακαλῶ πρῶτον πάντων...» (Α´ Τιμ. β´ 1-7).
Εὐαγγέλιον: Ὁμοίως· «Ἦλθεν ὁ Ἰησοῦς εἰς Ναζαρέτ...» (Λουκ. δ´ 16-22), ζήτει τοῦτο τῇ 1ῃ Σεπτεμβρίου.
Εἰς τό Ἐξαιρέτως: «Ἄξιόν ἐστιν...».
Κοινωνικόν: «Εὐλόγησον τόν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου, Κύριε. Ἀλληλούϊα».
«Εἴδομεν τό φῶς...», κτλ.
Ἀπόλυσις.


Ἐπιστροφή